Ἔν ποκ᾽ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,

ἁνίκα Τυνδαρίδα κατεκλάξατο, τὰν ἀγαπατὰν 5
μναστεύσας Ἑλέναν, ὁ νεώτερος Ἀτρέως υἱός.
Ἄειδον δ᾽ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, περὶ δ᾽ ἴαχε δῶμ᾽ ὑμεναίῳ.

“Οὕτω δὴ πρώϊζε κατέδραθες, ὦ φίλε γαμβρέ;
Ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; Ἦ ῥα φίλυπνος; 10
Ἦ ῥα πολύν τιν᾽ ἔπινες, ὅτ᾽ εἰς εὐνὰν κατεβάλλευ;
Εὕδειν μὰν σπεύδοντα καθ᾽ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δ᾽ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
παίσδειν ἐς βαθὺν ὄρθρον· ἐπεὶ καὶ ἔνας, καὶ ἐς ἀῶ,

κεἰς ἔτος ἐξ ἔτεος, Μενέλαε, τεὰ νυὸς ἅδε. 15
Ὄλβιε γάμβρ᾽, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
Μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἕξεις.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,

οἵα Ἀχαϊάδα γαῖαν πατεῖ οὐδεμί᾽ ἄλλα. 20
Ἦ μέγα κέν τι τέκοιτ᾽, εἰ ματέρι τίκτοι ὁμοῖον.
Ἄμμες δ᾽ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτὸς
χρισαμέναις ἀνδριστὶ παρ᾽ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,

τᾶν οὐδ᾽ ἄν τις ἄμωμος, ἐπεί χ᾽ Ἑλένᾳ παρισωθῆ. 25
Ἀὼς ἀντέλλοισα καλὸν διέφαινε πρόσωπον
πότνι᾽ ἄνυξέ τε λευκὸν ἔαρ χειμῶνας ἀνέντος·
ὧδε καὶ ἁ χρυσέα Ἑλένα διεφαίνετ᾽ ἐν ἁμῖν.
Πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ

ἢ κάπῳ κυπάρισσος, ἢ ἅρματι Θεσσαλὸς ἵππος, 30
ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
Οὔτε τις ἐν ταλάρῳ πανίσδεται ἔργα τοιαῦτα,
οὔτ᾽ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμ᾽ ἐκ κελεόντων·

οὐ μὰν οὐ κιθάραν τις ἐπίσταται ὧδε κροτῆσαι 35
Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
ὡς Ἑλένα, τᾶς πάντες ἐπ᾽ ὄμμασιν ἵμεροι ἐντί.
Ὦ καλά, ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
ἄμμες δ᾽ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα

ἑρψοῦμες, στεφάνως δρεψεύμεναι ἁδὺ πνέοντας, 40
πολλὰ τεοῦς, Ἑλένα, μεμναμέναι ὡς γαλαθηναὶ
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
Πράτᾳ τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,

πράτᾳ δ᾽ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ 45
λαζόμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
γράμματα δ᾽ ἐν φλοιῷ γεγράψεται, ὡς παριών τις
ἀννείμῃ· “ΔΩΡΙΣΤΙ ΣΕΒΟΥ Μ᾽· ΕΛΕΝΑΣ ΦΥΤΟΝ ΕΙΜΙ”
Χαίροις, ὦ νύμφα, χαίροις, εὐπένθερε γαμβρέ.

Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος, ὔμμιν 50
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις, ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δὲ, Κρονίδας Ζεύς, ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
Εὕδετ᾽ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες

καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μὴ ᾽πιλάθησθε. 55
Νεύμεθα δ᾽ ἄμμες ἐς ὄρθρον, ἐπεὶ κα πρᾶτος ἀοιδὸς
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
Ὑμάν, ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.”

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου