Παρασκευή, 27 Μαρτίου 2009

Άγνωστο κείμενο Ι

Διὰ ταῦτα τοίνυν, ἦν δ᾽ ἐγώ, οὔτε χρημάτων ἕνεκα ἐθέλουσιν ἄρχειν οἱ ἀγαθοὶ οὔτε τιμῆς· οὔτε γὰρ φανερῶς πραττόμενοι τῆς ἀρχῆς ἕνεκα μισθὸν μισθωτοὶ βούλονται κεκλῆσθαι, οὔτε λάθρᾳ αὐτοὶ ἐκ τῆς ἀρχῆς λαμβάνοντες κλέπται. οὐδ᾽ αὖ τιμῆς ἕνεκα· οὐ γάρ εἰσι φιλότιμοι. δεῖ δὴ αὐτοῖς ἀνάγκην προσεῖναι καὶ ζημίαν, εἰ μέλλουσιν ἐθέλειν ἄρχειν—ὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαι—τῆς δὲ ζημίας μεγίστη τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ἐὰν μὴ αὐτὸς ἐθέλῃ ἄρχειν· ἣν δείσαντές μοι φαίνονται ἄρχειν, ὅταν ἄρχωσιν, οἱ ἐπιεικεῖς, καὶ τότε ἔρχονται ἐπὶ τὸ ἄρχειν οὐχ ὡς ἐπ᾽ ἀγαθόν τι ἰόντες οὐδ᾽ ὡς εὐπαθήσοντες ἐν αὐτῷ, ἀλλ᾽ ὡς ἐπ᾽ ἀναγκαῖον καὶ οὐκ ἔχοντες ἑαυτῶν βελτίοσιν ἐπιτρέψαι οὐδὲ ὁμοίοις. ἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγαθῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν ὥσπερ νυνὶ τὸ ἄρχειν, καὶ ἐνταῦθ᾽ ἂν καταφανὲς γενέσθαι ὅτι τῷ ὄντι ἀληθινὸς ἄρχων οὐ πέφυκε τὸ αὑτῷ συμφέρον σκοπεῖσθαι ἀλλὰ τὸ τῷ ἀρχομένῳ· ὥστε πᾶς ἂν ὁ γιγνώσκων τὸ ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπ᾽ ἄλλου ἢ ἄλλον ὠφελῶν πράγματα ἔχειν.

(Πλάτ. Πολιτεία 347b5-d8)

διά + αιτ. à αιτία
τοίνυν: λοιπόν
ἦν δ’ ἐγώ: είπα εγώ
ἐθέλω: είμαι πρόθυμος να, δείχνω προθυμία να
ἀρχή, ἡ: εξουσία
πράττομαι μισθόν: εισπράττω μισθό
αὖ: πάλι
φιλότιμος, -ον: φιλόδοξος
πρόσειμι: υπάρχω επιπλέον, προστίθεμαι
ἀνάγκη, ἡ: καταναγκασμός, εξαναγκασμός
ζημία, ἡ: τιμωρία
ὅθεν: από όπου, πράγμα από το οποίο
πονηρός, -ά, -όν: κακός
ἐπιεικής, -ές: καλός, κατάλληλος
εὖ πάσχω: ευεργετούμαι, βρίσκω καλό
ἐπιτρέπω τινί τι: αναθέτω, εμπιστεύομαι
κινδυνεύει: κοντεύει να…, σχεδόν…
περιμάχητος, -ον: περιζήτητος
πέφυκα + απαρ.: από τη φύση μου + ρήμα
πράγματα: δυσκολίες, έγνοιες