Κυριακή, 29 Μαρτίου 2009

Άγνωστο κείμενο ΙV

Πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν, οὐκ ἐρῶ μὲν ὡς οὐ διὰ τὴν εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία καὶ λιμένας καὶ τοιαῦθ᾽ ἕτερα χρήσιμα πρὸς πόλεμον, ὁρῶ δ᾽ ὡς ὅταν μὲν ὑπ᾽ εὐνοίας τὰ πράγματα συνέχηται καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τῶν πολέμων, μένει τὰ συσταθέντα βεβαίως· ὅταν δ᾽ ἐξ ἐπιβουλῆς καὶ πλεονεξίας ἀπάτῃ καὶ βίᾳ κατέχηται, καθάπερ ὑπὸ τούτου νῦν, μικρὰ πρόφασις καὶ τὸ τυχὸν πταῖσμα ταχέως αὐτὰ διέσεισε 8 καὶ κατέλυσεν. καὶ πολλάκις εὑρίσκω λογιζόμενος οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ τῷ Φιλίππῳ πρὸς ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδ᾽ οἰκείως οὐδ᾽ ὡς οἴεταί τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν, αὐτὴ δὲ καθ᾽ αὑτὴν ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον ὄγκον πραγμάτων εὐ9 καταφρόνητος. ἔτι δ᾽ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῷ πεποίηκεν.
(Δημοσθ. Πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππου 7-9)

τοίνυν: λοιπόν
προλαμβάνω: καταλαμβάνω πρώτος
χωρίον, τό: τοποθεσία, περιοχή
εὔνοια, ἡ: φιλική / ευνοϊκή διάθεση
συνέχω: συγκρατώ
τὰ συσταθέντα: τα συμφωνημένα
βεβαίως: σταθερά
ἐπιβουλή, ἡ: σχέδιο εις βάρος κπ, κακόβουλη διάθση, έχθρα
κατέχω: ελέγχω / συγκρατώ με τη βία, πιέζω
καθάπερ: όπως ακριβώς
πταῖσμα, τό: λάθος
διασείω: συγκλονίζω
καταλύω: διαλύω
συμμαχικὰ, τά: οι σύμμαχοι
πρὸς ὑποψίαν ἥκω: υποψιάζομαι, βλέπω καχύποπτα
τὰ τῆς ἰδίας ἀρχῆς: αυτοί που είναι στη δική του εξουσία, οι υπήκοοι
συναρμόζω: συνενώνω
οἰκείως: φιλικά
ὅλως: γενικά, καθολικά, συνολικά
ἐν μέρει προσθήκης: στον ρόλο πρόσθετου, σαν πρόσθετη δύναμη, αν προστεθεί σε μια άλλη δύναμη
ῥοπή, ἡ: κλίση, επίδραση, βάρος
χρῆσις, ἡ: χρησιμότητα
πράγματα, τὰ: υποθέσεις, ασχολίες, επιχειρήσεις, δυσκολίες
στρατεία, ἡ: εκστρατεία
νομίζω: πιστεύω
σφαλερός, -ά, -όν: επισφαλής

Παρασκευή, 27 Μαρτίου 2009

Άγνωστο κείμενο ΙΙΙ

Οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γ᾽ ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν· περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδ᾽ εἷς ἀξίως ἐφικέσθαι τῷ λόγῳ δύναιτο, αὐτοὶ μὲν τοῦ δοκεῖν δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δ᾽ ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δ᾽ ἐκείνων μὲν ἔπαινον τὸν χρόνον ἡγοῦμαι μέγιστον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπ᾽ ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται· αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες οἱ μέλλοντες λέγειν δεινοὶ φανείημεν ὄντες, οὐδὲν ἂν τὰ ὑμέτερ᾽ εὖ οἶδ᾽ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν φόβος λελύσεται.

(Δημοσθ. Περὶ συμμοριῶν 1-2)

κεχαρισμένος, -η, -ον: ευχάριστος
ἐφικνοῦμαι: φτάνω, προσεγγίζω (βλ. εφικτός)
δύναμαι λέγειν: είμαι δυνατός στον λόγο
ἐκφέρομαι δόξαν: αποκομίζω δόξα – δημιουργώ την εντύπωση
ὑπολαμβάνω: θεωρώ
ἡγέομαι, -οῦμαι: θεωρώ
τὰ πραχθέντα: τα κατορθώματα
παραδείκνυμαι: δείχνω, προβάλλω ως παράδειγμα
πειράομαι, -ῶμαι: προσπαθώ
τὰ ὑμέτερα (ενν. πράγματα): οι υποθέσεις σας, η κατάστασή σας
εὖ οἶδ’ ὅτι: βέβαια, πραγματικά
παρέρχομαι: ανεβαίνω στο βήμα
ὁστισοῦν: οποιοσδήποτε
διδάσκω: εξηγώ, διαφωτίζω

Άγνωστο κείμενο ΙΙ

ἐς δὲ τὰς Ἀθήνας φρυκτοί τε ᾔροντο πολέμιοι καὶ ἔκπληξις ἐγένετο οὐδεμιᾶς τῶν κατὰ τὸν πόλεμον ἐλάσσων. οἱ μὲν γὰρ ἐν τῷ ἄστει ἐς τὸν Πειραιᾶ ᾤοντο τοὺς πολεμίους ἐσπεπλευκέναι ἤδη, οἱ δ᾽ ἐν τῷ Πειραιεῖ τήν τε Σαλαμῖνα ᾑρῆσθαι καὶ παρὰ σφᾶς ὅσον οὐκ ἐσπλεῖν αὐτούς· ὅπερ ἄν, εἰ ἐβουλήθησαν μὴ κατοκνῆσαι, ῥᾳδίως ἐγένετο, καὶ οὐκ ἂν ἄνεμος ἐκώλυσεν. βοηθήσαντες δὲ ἅμ᾽ ἡμέρᾳ πανδημεὶ οἱ Ἀθηναῖοι ἐς τὸν Πειραιᾶ ναῦς τε καθεῖλκον καὶ ἐσβάντες κατὰ σπουδὴν καὶ πολλῷ θορύβῳ ταῖς μὲν ναυσὶν ἐπὶ τὴν Σαλαμῖνα ἔπλεον, τῷ πεζῷ δὲ φυλακὰς τοῦ Πειραιῶς καθίσταντο. οἱ δὲ Πελοποννήσιοι ὡς ᾔσθοντο τὴν βοήθειαν, καταδραμόντες τῆς Σαλαμῖνος τὰ πολλὰ καὶ ἀνθρώπους καὶ λείαν λαβόντες καὶ τὰς τρεῖς ναῦς ἐκ τοῦ Βουδόρου τοῦ φρουρίου κατὰ τάχος ἐπὶ τῆς Νισαίας ἀπέπλεον· ἔστι γὰρ ὅτι καὶ αἱ νῆες αὐτοὺς διὰ χρόνου καθελκυσθεῖσαι καὶ οὐδὲν στέγουσαι ἐφόβουν. ἀφικόμενοι δὲ ἐς τὰ Μέγαρα πάλιν ἐπὶ τῆς Κορίνθου ἀπεχώρησαν πεζῇ· οἱ δ᾽ Ἀθηναῖοι οὐκέτι καταλαβόντες πρὸς τῇ Σαλαμῖνι ἀπέπλευσαν καὶ αὐτοί, καὶ μετὰ τοῦτο φυλακὴν ἤδη τοῦ Πειραιῶς μᾶλλον τὸ λοιπὸν ἐποιοῦντο λιμένων τε κλῄσει καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ.
(Θουκ. 2. 94. 1-4)

φρυκτός, ὁ: πυρσός, πυρά
πολέμιος: (εδώ) που αναγγέλλει την εμφάνιση εχθρών
ἔκπληξις, ἡ: κατάπληξη, φόβος
ὅσον οὐ, ὅσον μη: μόνο που δεν, σχεδόν
κατοκνέω, -ῶ: διστάζω
κωλύω: εμποδίζω
βοηθέω, -ῶ: σπεύδω σε βοήθεια
καθέλκω: σέρνω κάτω, στη θάλασσα
αἰσθάνομαι: καταλαβαίνω, αντιλαμβάνομαι
καταθέω: εισβάλλω
διὰ χρόνου: ύστερα από καιρό
στέγω: είμαι στεγανός, κλειστός
τὸ λοιπόν: στο εξής, στο μέλλον
κλῇσις, ἡ: κλείσιμο
ἐπιμέλεια, ἡ: φροντίδα

Άγνωστο κείμενο Ι

Διὰ ταῦτα τοίνυν, ἦν δ᾽ ἐγώ, οὔτε χρημάτων ἕνεκα ἐθέλουσιν ἄρχειν οἱ ἀγαθοὶ οὔτε τιμῆς· οὔτε γὰρ φανερῶς πραττόμενοι τῆς ἀρχῆς ἕνεκα μισθὸν μισθωτοὶ βούλονται κεκλῆσθαι, οὔτε λάθρᾳ αὐτοὶ ἐκ τῆς ἀρχῆς λαμβάνοντες κλέπται. οὐδ᾽ αὖ τιμῆς ἕνεκα· οὐ γάρ εἰσι φιλότιμοι. δεῖ δὴ αὐτοῖς ἀνάγκην προσεῖναι καὶ ζημίαν, εἰ μέλλουσιν ἐθέλειν ἄρχειν—ὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαι—τῆς δὲ ζημίας μεγίστη τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ἐὰν μὴ αὐτὸς ἐθέλῃ ἄρχειν· ἣν δείσαντές μοι φαίνονται ἄρχειν, ὅταν ἄρχωσιν, οἱ ἐπιεικεῖς, καὶ τότε ἔρχονται ἐπὶ τὸ ἄρχειν οὐχ ὡς ἐπ᾽ ἀγαθόν τι ἰόντες οὐδ᾽ ὡς εὐπαθήσοντες ἐν αὐτῷ, ἀλλ᾽ ὡς ἐπ᾽ ἀναγκαῖον καὶ οὐκ ἔχοντες ἑαυτῶν βελτίοσιν ἐπιτρέψαι οὐδὲ ὁμοίοις. ἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγαθῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν ὥσπερ νυνὶ τὸ ἄρχειν, καὶ ἐνταῦθ᾽ ἂν καταφανὲς γενέσθαι ὅτι τῷ ὄντι ἀληθινὸς ἄρχων οὐ πέφυκε τὸ αὑτῷ συμφέρον σκοπεῖσθαι ἀλλὰ τὸ τῷ ἀρχομένῳ· ὥστε πᾶς ἂν ὁ γιγνώσκων τὸ ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπ᾽ ἄλλου ἢ ἄλλον ὠφελῶν πράγματα ἔχειν.

(Πλάτ. Πολιτεία 347b5-d8)

διά + αιτ. à αιτία
τοίνυν: λοιπόν
ἦν δ’ ἐγώ: είπα εγώ
ἐθέλω: είμαι πρόθυμος να, δείχνω προθυμία να
ἀρχή, ἡ: εξουσία
πράττομαι μισθόν: εισπράττω μισθό
αὖ: πάλι
φιλότιμος, -ον: φιλόδοξος
πρόσειμι: υπάρχω επιπλέον, προστίθεμαι
ἀνάγκη, ἡ: καταναγκασμός, εξαναγκασμός
ζημία, ἡ: τιμωρία
ὅθεν: από όπου, πράγμα από το οποίο
πονηρός, -ά, -όν: κακός
ἐπιεικής, -ές: καλός, κατάλληλος
εὖ πάσχω: ευεργετούμαι, βρίσκω καλό
ἐπιτρέπω τινί τι: αναθέτω, εμπιστεύομαι
κινδυνεύει: κοντεύει να…, σχεδόν…
περιμάχητος, -ον: περιζήτητος
πέφυκα + απαρ.: από τη φύση μου + ρήμα
πράγματα: δυσκολίες, έγνοιες